Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.251 Joseph. AJ 15.257 (English) >>Joseph. AJ 15.262

15.255Κοστόβαρος δὲ τούτων τυχὼν ἀσμένως καὶ παρὰ δόξαν ἤρθη μᾶλλον ὑπὸ τῆς εὐτυχίας καὶ κατὰ μικρὸν ἐξέβαινεν, οὔθʼ αὑτῷ καλὸν ἡγούμενος ἄρχοντος Ἡρώδου τὸ προσταττόμενον ποιεῖν οὔτε τοῖς Ἰδουμαίοις τὰ Ἰουδαίων μεταλαβοῦσιν ὑπʼ ἐκείνοις εἶναι. 15.256καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτʼ εἶναι δίκαιον αἰτεῖσθαι παρʼ Ἀντωνίου τὴν χώραν· αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην. 15.257ἔπραττεν δὲ ταῦτα τῇ Κλεοπάτρᾳ μὲν οὐδέν τι μᾶλλον εἰς τὴν ἀρχὴν ἀρεσκόμενος, εἰ δὲ παραιρεθείη τῶν πλειόνων Ἡρώδης, εὐεπιχείρητον ἤδη νομίζων καὶ κατʼ αὐτὸν ἄρξαι τοῦ τῶν Ἰδουμαίων γένους καὶ μεῖζον πράξειν· ἐπιδιέβαινεν γὰρ ταῖς ἐλπίσιν οὐκ ὀλίγας ἀφορμὰς ἔχων γένους καὶ χρημάτων, μετὰ διηνεκοῦς αἰσχροκερδείας ἐπεπόριστο, καὶ μικρὸν οὐδὲν ἐπενόει. 15.258Κλεοπάτρα μὲν οὖν Ἀντωνίου δεηθεῖσα περὶ τῆς χώρας ταύτης ἀποτυγχάνει. λέγονται δὲ πρὸς Ἡρώδην οἱ λόγοι κἀκεῖνος ἕτοιμος ὢν ἀποκτεῖναι τὸν Κοστόβαρον ὅμως τῆς ἀδελφῆς αὐτοῦ δεηθείσης καὶ τῆς μητρὸς ἀφίησιν καὶ συγγνώμης ἠξίωσεν, οὐκ ἀνύποπτον αὐτὸν εἰς τὸ λοιπὸν ἔχων τῆς ἐπιχειρήσεως τῆς τότε. 15.259

Χρόνου δὲ διελθόντος ἐπισυνέβη τὴν Σαλώμην στασιάσαι πρὸς τὸν Κοστόβαρον, καὶ πέμπει μὲν εὐθὺς αὐτῷ γραμμάτιον ἀπολυομένη τὸν γάμον οὐ κατὰ τοὺς Ἰουδαίων νόμους· ἀνδρὶ μὲν γὰρ ἔξεστιν παρʼ ἡμῖν τοῦτο ποιεῖν, γυναικὶ δὲ οὐδὲ διαχωρισθείσῃ καθʼ αὑτὴν γαμηθῆναι μὴ τοῦ πρότερον ἀνδρὸς ἐφιέντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.251 Joseph. AJ 15.257 (English) >>Joseph. AJ 15.262

Powered by PhiloLogic